Ῥάβδος ἐχ τῆς ῥίζης Ἰεσσαὶ,
Καὶ ἄνθος ἐξ αὐτῆς Χριστὲ,
Ἐκ τῆς Παρθένου ἀνεβλάστησας,
Ἐξ ὄρους ὁ αὶνετὸς, κατασκίου δασέος,
Ἦλθες σαϱκωθεὶς ἐξ ἀπειϱάνδϱου,
Ὁ ἄϋλος καὶ Θεός.
Δόξα τῇ δυνάμέι σου Κύϱιε.
Ὃν πάλαι προεὶπεν Ἰακὼβ,
Ἐθνῶν ἀπεκδοχὴν Χριστὲ,
Φυλῆς Ἰουδα ἐξανέτειλας,
Καὶ δύναμιν Δαμασκοῦ,
Σαμαρείας σκῦλά τε,
Ήλθες προνομεύσων πλάνην τρέπων,
Εἰς πίστιν ϑεοτερπῆ.
Δόξα τῆ δυνάμέι σου Κύϱιε.
Τοῦ Μάντεως πάλαι Βαλαὰμ,
Τῶν λόγων μυητὰς σοφοὺς,
Ἀστεϱοσκόπους χαϱᾶς ἔπλησας,
Ἀστὴϱ ἐκ τοῦ Ἰακὼβ,
Ἀνατείλας Δέσποτα,
Ἐθνῶν ἀπαϱχὴν εἰσαγομένους
Ἐδέξω δὲ πϱοφανῶς,
Δῶϱά σοι δεκτὰ πϱοσκομίζοντας.
Ὡς πόκῳ γαστϱὶ Παϱθενικῆ,
Κατέβης ὑετὸς Χϱιστέ,
Και ώς σταγόνες ἐν γῆ στάζουσαι
Αἰθίοπες καὶ θαϱσεῖς,
Καὶ Ἀϱάβων νῆσοί τε, Σαβᾶ Μήδων,
Πάσης γῆς κϱατοῦντες,
Πϱοσέπεσόν σοι Σωτήϱ.
Δόξα τῇ δυνάμέι σου Κύϱιε.